Εἴ τι καλὸν μανθάνουσιν οἱ νεανίαι ἐν τῇ ψυχῇ αὐτὸ φυλάττουσιν.



jueves, 22 de febrero de 2024

Texto Xenofonte

 Serenidade de Sócrates ante a morte.

(Σωκράτης) ὡς δὲ ᾔσθετο ἄρα τοὺς παρεπομένους δακρύοντας, Τί τοῦτο; εἶπεν, ἦ ἄρτι δακρύετε; οὐ γὰρ πάλαι ἴστε ὅτι ἐξ ὅτουπερ ἐγενόμην κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως ὁ θάνατος; (...) [28] παρὼν δέ τις ᾿Απολλόδωρος, ἐπιθυμητὴς μὲν ὢν ἰσχυρῶς αὐτοῦ, ἄλλως δ᾿ εὐήθης, εἶπεν ἄρα· ᾿Αλλὰ τοῦτο ἔγωγε, ὦ Σώκρατες, χαλεπώτατα φέρω ὅτι ὁρῶ σε ἀδίκως ἀποθνῄσκοντα. Σωκράτης δὲ καταψήσας αὐτοῦ τὴν κεφαλὴν εἶπεν· Σὺ δέ, ὦ φίλτατε ᾿Απολλόδωρε, μᾶλλον ἐβούλου με ὁρᾶν δικαίως ἢ ἀδίκως ἀποθνῄσκοντα; καὶ ἅμα ἐπεγέλάσεν.
 (Xenofonte, Apoloxía de Sócrates 27-29)

No hay comentarios: