Εἴ τι καλὸν μανθάνουσιν οἱ νεανίαι ἐν τῇ ψυχῇ αὐτὸ φυλάττουσιν.



jueves, 11 de septiembre de 2025

FRASES PARA REPASO 2º

 1- Ἄνθρωπος πολιτικὸν ζῷον.

2- Οἱ φρόνιμοι οὐκ ἀτιμάζουσι τοὺς θεούς.

3- Ἀνελεύθεροι εἰσιν οἱ φιλάργυροι.

4- Ἡ γλῶσσα ἀναρίθμων κακῶν ἐστιν αἰτία.

5- Ὦ ξένε, σοφὸς εἶ.

6- Αἰτία εἰρήνης τῇ ψυχῇ ἡ θάλαττα ἐστίν.

7- Ἐθέλομεν τῇ τῶν νεανιῶν ψυχῇ εἰρήνην.

8- Οἱ νόμοι φυλάττουσι τὸν βίον τῶν ἀνθρώπων.

9- Κρίνει τοὺς φίλους ὁ χρόνος.

10- Χρυσὸς ἀνοίγει τοὺς οἴκους.

11- Ὁ καιρὸς μεταφέρει τὰ ἔργα.

12- Τὸν θάνατον φεύγουσιν οἱ ἄνθρωποι καὶ τὸν βίον διώκουσιν.

13- Τίκτει ὁ κόρος ὕβριν.

14- Αἱ κεναὶ ἐλπίδες φθείρουσι τὴν τῶν ἀνθρώπων εὐδαιμονίαν.

15- Ὁ ἄνθρωπος μόνος τῶν ζῴων λόγου μέτοχός ἐστιν.

16- Πόλεμος πάντων μὲν πατήρ ἐστιν, πάντων δὲ βασιλεύς.

17- Μία χελιδὼν οὐ ποιεῖ ἔαρ.

18- Ἡ γῆ μήτηρ πάντων χρημάτων.

19- Δεινὸν πενία.

20- Οἱ θεοὶ πάντα ἀνθρώποις διδόασιν.

21- Τῷ φίλῳ καλὸν ἵππον φέρει ὁ ἀδελφός.

22- Τὰς τοῦ πολίτου βουλὰς ἀκούσετε.

23- Τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔπεμπον τοῖς ἀνθρώποις.

24- Οὐκ ἐκ τῶν λόγων τὰ ἔργα κρίνομεν, ἀλλ᾿ ἐκ τῶν ἔργων τοὺς λόγους.

25- Ταῦτα θαυμάζω ἐν τῷ ἀνθρώπῳ.

26- Ἐν τῇ βουλῇ οἱ πολῖται ταῦτα βουλεύσουσιν.

27- Ἔλεγε αὐτῷ τάδε.

28- Οὗτος ὁ ἄνθρωπος τοὺς υἱοὺς καλῶς ἐπαίδευσεν.

29- Ὅδε ὁ βίος σκιᾶς πάροδός ἐστιν.

30- Ἐν τούτῳ τῷ τόπῳ ἦν ἡ γῆ πεδίον.

31- Πρωτεὺς οὐκ ἦν ἀεὶ ἐν τῇ αὐτῇ μορφῇ.

32- Ἐθαυμάζομεν τὴν ἀνδρείαν τοῦ Λεωνίδου καὶ τῶν στρατιωτῶν αὐτοῦ.

33- Αὐτὸς ὁ στρατηγὸς αὐτοὺς εἰς τὴν Τροίαν ἦγε.

34- Τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι εἰσίν, οἱ δ᾿ ἄδικοι.

35- Οἱ μὲν λέγουσι τάδε, οἱ δὲ ταῦτα.

36- Ταῦτα μὲν λέγεις· τάδε δὲ λέγω.

37- Τοῦτό ἐστι τὸ τοῖς θεοῖς φίλον.

38- Οἱ Ἀθηναῖοι ἔπελυσαν εἰς ἐκείνους τοὺς τόπους.

39- Ταῦτα θαυμάζω ἐν τῷδε τῷ ἀνδρί.

40- Τούτου τοῦ ἀνδρὸς ὁ λόγος ἐστὶ καλός, ἐκείνου δὲ ἡ πράξις αἰσχρά.

41- Οὐκ ἐγώ σε ἀποκτείνω, ἀλλ᾿ ὁ τῆς πόλεως νόμος.

42- Ἄγω τοὺς ἵππους αὐτοῦ.

43- Τὴν μὲν ἀλήθειαν ὑμῖν ἔλεγον, ὑμεῖς δ᾿ ἐμοῦ οὐκ ἠκούετε.

44- Ἐν ἐκείνῳ τῷ χρόνῳ οἱ Ἀθηναῖοι δημοκρατίαν ἀγαθὴν ἐνόμιζον.

45- Ἔνιοι τὸν ἥλιον ἔλεγον ὀφθαλμὸν τοῦ οὐρανοῦ.

46- Τριπτόλεμος τοὺς ἀνθρώπους τὴν τοῦ σίτου φυτείαν ἐδίδασκεν.

47- Ὁ τύραννος νόμον εἶχε τὴν ἐπιθυμίαν καὶ οὐ τὸ αἴσιον.

48- Ἀνάριθμα τὸν ἄνθρωπον διδάσκει ὁ βίος.

49- Οἱ θεοὶ ἐνύπνια καὶ οἰωνοὺς πέμπουσιν ἀγγέλους.

50- Ὁ δίκαιος συμμάχους ἔχει θεούς.

51- Ἐν τῷ τοῦ ποιμένος σπηλαίῳ λύκος τῶν αἰγῶν ἤκουε.

52- Πόλεμος ποιεῖ τοὺς μὲν δούλους, τοὺς δὲ ἐλευθέρους.

53.- Φίλιππος μεταπέμπεται Ἀριστοτέλην παιδαγωγὸν Ἀλεξάνδρου τοῦ υἱοῦ

54.- Δαρεῖος Κῦρον σατράπην ἐποίησε καὶ στρατηγὸν ἀπείδεξεν.

55.- Ἐνομίσετε τὴν Ἑλλάδα κοινὴν πατρίδα.

56.- ᾿Αλλ’ οὐκ αἰτίους τούτων τῶν πραγμάτων ἡγοῦμαι τοὺς ῥήτορας ἔγωγε.

57.- Ἐγὼ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ.

58.- Ἡ αὐτὴ γνώμη οὐκ ἦν ἀεὶ τοῖς Ἀθηναίοις.

59.- Ἐννέα τῷ στρατηγῷ ἵπποι εἰσίν.

60.- Αὐτῷ φίλος εἶ.

61.- Οἱ αὐτοὶ νόμοι οὐκ ἦσαν τοῖς Ἀθηναίοις καὶ τοῖς Λακεδαιονίους.

62.- Ἐγὼ ἐθέλω τοῦτον γιγνώσκειν.

63.- Χρὴ ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν.

64.- Ἐγὼ βούλομαι παρά σοι εἶναι.

65.- Αὐτοῖς οὐκ ἔξεστι τοῦτον τὸν ἄνθρωπον γιγνώσκειν.

66.- Ἡμῖν οὐκ ἔξεστιν ἐχθροὺς ἔχειν.

67.- Οἷόν τ´ ἐστι ταῦτα λέγειν ἐν τῇ ἐκκλησίᾳ.

68.- Νομίζω ὑμῖν εἶναι ἀεὶ φίλος καὶ σύμμαχος.

69.- Νομίζω ὑμᾶς ἐμοὶ εἶναι αἰεὶ φίλους καὶ συμμάχους.

70.- Ῥᾳθυμία λύπας τῷ χρόνῳ τίκτειν φιλεῖ.

71.- Οἱ παλαιοὶ σοφοὶ ἔλεγον τοὺς θεοὺς εἶναι ἀθανάτους.

72.- Λέγω αὐτὸν εἶναι τοῦ ἀδικήματος αἴτιον.

73.- Οἱ Ἀθηναῖοι ἐνόμιζον πᾶσαν τὴν πόλιν αἰτίαν εἶναι τοὺ πολέμου.

74.- Οἱ ῥήτορες ἔλεγον πολιτείας ψυχὴν εἶναι τοὺς νόμους.

75.- Δεὶ γὰρ τὸν στρατηγόν φρόνιμον εἶναι.

76.- Ὁ ῥήτωρ λέγει τοὺς νόμους εἶναι τὴν ἰσχὺν τῆς πόλεως.

77.- Χρὴ τοὺς παῖδας τὴν δικαιοσύνην μανθάνειν.

78.- Ὁ μὲν ἐμὸς φίλος σοι φίλος ἐστίν, οἱ δέ σοὶ φίλοι ἐμοί. Τὰ ἐμὰ σά ἐστι, καὶ τα σὰ ἐμά.

79.- Αἱ τῶν Σπαρτιάτων μητέρες ἐβούλοντο τοὺς παῖδας ἐκ τοῦ πολέμου νικήτας ἤ νεκροὺς ἔρχεσθαι.

80.- Ὁ φόβος ἐκώλυε τοὺς στρατιώτας προσβάλλειν τὴν πόλιν.

81.- Οἱ ἄλλοι νόμοι, οὓς γράφει Κὺρος, χαλεποί εἰσιν.

82.- Πέμπω τὴν ἐπιστολὴν ἣν νῦν γράφω.

83.- Χρὴ μὲν οὖν τοὺς τῶν Ἀθηναίων συμμάχους ἐλευθέρους γίγνεσθαι.

84.- Ἔξεστι τῷ τυράννῳ ποιεῖν καὶ λέγειν ἃ βούλεται.

85.- Ὁ Σωκράτης λέγει ὅτι οὐκ ἔστι σοφός.

86.- Πολλάκις ἀνθρώποις ἡ τῶν ἰδίων χρημάτων ἐπιθυμία κακῶν αἰτία γίγνεται.

87.- Καὶ λέγουσιν ὡς Σωκράτης τοὺς νέους διαφθείρει.

88.- Τῷ ἡγεμόνι πιστεύομεν ὃν ἕχομεν.

89.- Λέγω περὶ τοῦ Σωκράτους καὶ ἐπαινῶ αὐτόν.

90.- Οὐ βούλομαι ὕμνοις νῦν σε τέρπειν.

91.- Νομίζομεν πάντα, ἃ λέγεις, ἀληθῆ εἶναι.

92.- Δεῖ τὸν βασιλέα δίκαιον εἶναι.

93.- Σοφοί εἰσιν οἳ μανθάνειν βούλονται.

94.- Λέγουσιν οἱ σοφοί ἡμᾶς πρὸς τὴν ἀρετὴν φύειν.

95.- Ἀναγκαῖόν ἐστι τοὺς ποιητὰς φεύγειν τοὺς κόλακας.

96.- Μήδεια ἐγώ εἰμι, ἣ τὰ ἐμαυτῆς τέκνα πεφόνευκεν.

97.- Ἀγαθὸς γίγνεται ὅστις οὐδὲν ποιεῖ κακόν.

98.- Οἱ Ἕλληνες ἐνόμιζον τὴν σοφίαν πηγὴν εἶναι τῶν καλῶν.

99.- Διαβαίνειν τὸν ποταμὸν αὐτοὺς κελεύει.

100.- Ἐκεῖνο βούλομαι αὐτὸν μανθὰνειν.

101.- Ἔστιν Δίκης ὀφθαλμὸς, ὃς τὰ πάνθ’ ὁρᾷ.

102.- Ξενοκράτης ἔλεγε τὴν ψυχὴν ἑκάστου εἶναι δαίμονα.

103.- Ὃν οἱ θεοὶ φυλοῦσιν, ἀποθνῄσκει νέος.

104.- Ὁ δὲ λέγει τὸν Δαρεῖον οὐ θεὸν, ἀλλ’ ἄνθρωπον εἶναι.

105.- Ἀναγκαῖον γάρ ἐστι περὶ τοῦ πράγματος τοὺς στρατηγοὺς λέγειν.

106.- Οὐ γὰρ θνητοὺς εἶναι νομίζει αὐτούς.

107.- Οἱ Πέρσαι ἔθυον τῷ ἡλίῳ καὶ ἐκείνους τοὺς ἵππους, οἳ καλοὶ ἦσαν.

108.- Δεῖ τοὺς Ἕλληνας ἄνδρας μὲν ἀγαθοὺς εἶναι, τοὺς δὲ ἄρχοντας ποιεῖν τὰ δέοντα ἐν τῇ μάχῃ.

109.- Χρὴ τὸν στρατιώτην τὸν ἄρχοντα καὶ τοὺς πολεμίους φοβεῖσθαι.

110.- Οὐκ ἐστὶν οὐδείς, ὃς οὐ τοῦτον τὸν ποιητὴν γιγνώσκει.

111.- Δῆλόν ἐστι ὅτι οὐδὲν ἀληθὲς λέγει.

112.- Ἐσμὲν ἄνθρωποι ἄξιοι τῆς ἐλευθερίας ἣν ἔχομεν.

113.- Ἀναγκαῖόν ἐστι τὴν ἡγεμονίαν τὸν Ἀλέξανδρον λαμβάνειν.

114.- Ἔλεγε ἀναξίους τινας ἀνθρώπους τὰς σπονδὰς λύειν.

115.- Οἱ δὲ Λακεδαιμόνιοι ὑπὸ τῶν πολεμίων νικώνται.

116.- Λέγουσιν ὡς τὴν Ἑλλάδα παιδεύει οὗτος ὁ ποιητής.

117.- Χρὴ τοὺς μὲν ἐπαίνου ἀξίους τιμᾶν, τοὺς δ’ ἀδίκους φεύγειν.

118.- Ἀπόλλυμαι γὰρ ὑπὸ τῶν ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.

119.- Νομίζουσι γὰρ τοὺς ἀχαρίστους ἀνθρώπους τῶν θέων ἀμελεῖν.

120.- Δεῖ τοὺς φίλους πίστιν, οὐ λόγους ἔχειν.

121.- Οἱ ἄνθπωποι, οὓς τίομεν, εἰσὶ ἄριστοι.

122.- Ἀναγκάζει ἡμᾶς σπονδὰς ποιεῖεσθαι ἡ Λυσιστράτη.

123.- Ὁρᾷς, ὦ Μέλητε, ὅτι οὐδὲν λέγεις;

124.- Πάντες δὲ βούλονται ὑπὸ πάντων τιμᾶσθαι.

125.- Βουλόμεθα πλουτεῖν πάντες, ἀλλ’ οὐ δυμάμεθα.

126.- Ἡ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.

127.- Ὁ λόγος ἰατρὸς τοῦ κατὰ ψυχὴν πάθους.

128.- Τῶν κακῶν ἄνεμοι φέρουσι δειλὰ ἔπη.

129.- Οἱ στρατιῶται ὑπὸ τοῦ ἀγαθοῦ στρατηγοῦ οὐκ ἀμελοῦνται, ὃς ἀεὶ αὐτῶν ἀκούει.

130.- Αἱ τοῦ χειμῶνος νύκτες μακρότεραί εἰσι τῶν τοῦ θέρους νυκτῶν.

131.- Οἱ νεανίαι πρὸς τὴν σοφίαν ὑπὸ τῶν φιλοσόφων ἐφέροντο.

132.- Πολλοὶ ἄνθρωποὶ εἰσι μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλόγιστοι.

133.-Μιμεῖσθαι συμβουλεύω ὑμῖν τὸν ἄνθρωπον, τάς τε ἐκείνου βουλήσεις ἐργάζεσθαι.

134.- Ὅρκος οὐδεὶς ἀνδρὶ φιλήτῃ βαρύς.

135.- Ἐν τῇ οἰκίᾳ, ἣ παρὰ τὸν ποταμὸν ἦν, καλὸς ἵππος ἦν, ὃν Τεύκρῳ Φοῖβος Ἀπόλλων ἐδεδώκει.

136.- Χρὴ τὸν στρατηγὸν τὴν μάχην παύειν καὶ τοὺς στρατιῶτας αὐτῷ πείθεσθαι.

137.- Ἀλλὰ καὶ ὑμᾶς χρή, ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον.

138.- Τοῖς θεοῖς ὑπὸ τῶν νικητῶν πολλὰ ἱερὰ ἱδρυθήσεται.

139.- Εἴ τι καλὸν μανθάνουσιν οἱ νεανίαι ἐν τῇ ψυχῇ αὐτὸ φυλάττουσιν.

140.- Τίνες ἄνθρωποι παρὰ τὸν Καλλίαν ἥκουσιν;

141.- Ὄλβιος, ᾧ εἰσὶ παῖδες τε φίλοι καὶ μώνυχες ἵπποι καὶ κύνες ἀγρεύται.

142.-Πολλοὶ νομίζουσι τὸ ἴδιον κέρδος βέλτιον εἶναι τῆς κοινῆς σωτηρίας.

143.- Τίνος, ὦ φίλε, λόγους ἀσμένως ἀκούεις;

144.- Ἐγὼ δέ πλούσιος καλοῦμαι ὑπὸ πάντων, εὐδαίμων δ’ ὑπ’ οὐδενός.

145.- Ὁ πόλεμος αὐτοὺς πενεστέρους πεποίηκε.

146.- Σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος ἐστίν.

147.- Τίνες δὲ ἐσμέν;

148.- Ὁ στρατηγὸς ἐνομίζετο σώφρων ὑπὸ τῶν στρατιωτῶν.

149.- Ἡμεῖς μὲν ἐσμὲν δεινότεροι αὐτῶν, οὗτοι δ’ ἰσχυρότεροι ἢ ἡμεῖς.

150.- Ἀλέξανδρος ὑπὸ τοῦ Ἀριστοτέλους ἐπαιδεύθη, ὃς ἀγαθὸς φιλόσοφος ἦν καὶ σοφώτερος πολλῶν ἄλλων ἀνθρώπων.

151.- Ἡρόδοτος τοὺς Πέρσας σοφωτέρους νομίζει ἢ τὰς γυναῖκας αὐτῶν.

152.- Βούλομαι τὴν ἑταίρειαν ἐκείνων τῶν ἀνθρώπων διώκειν, ὧν αἱ ἁρεταὶ μεγάλαι εἰσίν.

153.- Πάντες οἱ μαθηταὶ βούλονται ὑπὸ ἀγαθοῦ διδασκάλου παιδεύεσθαι.

154.-Τίνων ἥδε ἡ σοφία ἐστίν;

155.- Βουλόμεθα γιγνώσκειν τίνες αὐτῶν οἱ φίλοι.

156.- Ὅμηρος δὲ σοφώτατος τῶν ποιητῶν ἐστίν.

157.- Χρυσὸς γὰρ ἐστὶν ὃς βροτῶν ἔχει κράτη.

158.- Κυριώτερος γὰρ εἶ ἢ οὗτος.

159.- Ὁ κύων πιστότατος τῶν ζῴων ἐστι, καὶ ὁ λέων ἰσχυροτάτος, καὶ βοῦς χρησιμώτατος.

160.- Τὰ ἱερὰ εἰς τὸν ἱερόν ὑπὸ τῶν παρθένων εἰσάγεται.

161.- Ὁ δὲ Καλλίας πλουσιώτατος τῶν Ἀθηναίων ἐστίν.

162.- Οἱ νέοι χαίρουσιν ἀεὶ τοῖς τῶν γεραίτερων ἐπαίνοις.

163.- Οἱ στρατιῶται τὰ ὅπλα παρασκευάζουσιν, οἷς ἀμύνονται τοὺς πολεμίους.

164.- Ἀγαθά ἐστιν οὐχ ἃ βούλεσθε, ἀλλ’ ἃ συμφέρει.

165.- Οὔ μοι μέλει ταῦτα ἃ λέγεις, ἀλλὰ ἃ πράσσεις.

166.- Οἱ Λακεδαιμόνιοι ἀνδρεῖοι ἐνομίζοντο ὑπὸ τῶν παλαίων Ἑλλήνων.

167.- Οἱ Ἀθηναῖοι Ἀριστείδην ὠστράκιζον, ὃν δικαιότατον πάντων ὠνόμαζον.

168.- Τίνες ἀθάνατοί εἰσιν;

169.- Ἥδε ἡ γυνὴ καλλίστη τῶν ἑν τῇ Σπάρτῃ γυναικῶν ἐστίν.

170.- Εὐνούστεραι τοῖς παισὶν αἱ μετέρές εἰσιν ἢ οἱ πατέρες.

171.- Ὁ σίδηρος χρησιμώτερος ἐστι τοῖς ἀνθρώποις τοῦ χρυσοῦ.

172.- Ἔρχομαι ἐπ’ ἀνθρώπους αμείνονας ἢ Σκύθας. οὗτοι γὰρ κατὰ θάλαττάν τε ἄριστοι καὶ κατὰ γῆν εἰσίν.

173.- Τί μέγιστον; ὁ κόσμος.

174.- Δημοκρατία κρεῖττον τυραννίδος.

175.- Οἱ φρονιμώτατοι ἄνθρωποι εὐδαιμονέστατοι εἰσίν.

176.- Ἦσαν αἱ πυραμίδες καλλίονες πολλῶν ἑλληνικῶν ἔργον.

177.- Πάντων τῶν ποιητῶν Ὅμερός τε καὶ Ἡσίοδος σοφώτατοι καὶ παλαιότατοί εἰσιν.

178.- Ἀμείνων ἑστὶν ὁ θάνατος ἀγαθὸς ἢ βίος κακός.

179.- Ταὺτα χρὴ ποιεῖν, ὅσα ὁ θεὸς ἐκέλευσεν.

180.- Σύμβουλος οὐδείς ἐστι βελτίων χρόνου.

181.- Τὸ ἀληθὲς ἀεὶ πλεῖον ἰσχύει λόγου.

182.- Τίνες εἰσὶ κακίονες τῶν Τριάκοντα;

183.- Λέγουσι τοὺς λύκους κρείσσους κῦνων εἶναι.

184.- Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς ὁ σοφὸς ἔθελε.

185.- ῾Υμεῖς μὲν δεινότεροι αὐτῶν ἐστέ, ἡμεῖς δὲ ἰσχυρότεροι ὑμῶν.

186.- Οἱ μὲν Πέρσαι πλείονες τῶν Ἑλλήνων ἦσαν ἐν Μαραθῶνι, οἱ δ’ Ἕλληνες τῶν Περσῶν βελτίονες.

187.- Οὐκ ἔστι οὐδὲν ἄμεινον φιλίας.

188.- Οἱ ἄγγελλοι λέγουσι τὸν στρατηγὸν νῦν εἰς τὴν Ἀσίαν αὐτοὺς σὺν τοῖς τοῦ βασιλέως στρατιώταις πέμπειν.

189.- Πασῶν Ἀθῆναι τιμιωτάτη πόλις.

190.- Θεοῦ δῶρον ἐστὶν εὺτυχεῖν βροτούς.

191.- Ὃ οἱ ἄλλοι τῶν ἀνθρώπων καλοῦσιν ἀρετήν, τοῦτο κὲνον ὄνομα εἶναι φάσκεις.

192.- Σοφία γάρ ἐστι καὶ μαθεῖν ὃ μὴ νοεῖς.

193.- Οὐκ ἐστὶν οὐδὲν ἀγριώτερον φθόνου.

194.- Ἄνθρωπος ἵππον εἶχε ὃν εἴωθει κενὸν παρέλκειν.

195.- Ἐγὼ δὲ πάνθ’ ὅσα προσήκει τὸν ἀγαθὸν πολίτην πράττω.

196.- Ὅτε οἱ Πέρσαι ἐδιώκοντο ὑπὸ τῶν στρατιωτῶν τοῦ Ἀλεξάνδρου, πολλοὶ μὲν ἐφονεύθησαν, πολλοὶ δ’ ἐζωγρεύθησαν.

197.- Πολλοὶ μὲν τῶν ἀρίστων πολιτῶν ἐφυγαδεύοντο ὑπὸ τῶν Τριάκοντα, πολλοὶ δὲ ἐμηνύοντο ὑπὸ τῶν φίλων.

198.- Οὐκ ἔστι ὐγιείας κρεῖττον οὐδὲν ἐν Βίῳ.

199.- Οἱ πολέμιοι, ὃι νυκτὸς ἔλυσαν τὰς σπονδὰς, ἐνόμιζον τοὺς φύλακας ἐν ταῖς σκηναῖς οὐκ εἶναι.

200.- Πάντων τῶν ἀνθρώπων ὁ μὲν Ἀριστείδης δικαιότατος ἦν, ὁ δὲ Ἀλκιβιάδης σοφώτερος αὐτοῦ.

201.- Οὐδὲν ἐστὶ θηρίον γυναικὸς ἀμαχώτερον.

202.-Τῶν Ἑλλήνων, ἐν οἶς καὶ αὐτὸς εἶ, τίνες δοκοῦσιν εὐδαιμονέστεροι εἶναι;

203.- Ὁ σοφός εἶπε. κάκίον ἐστι ἄδικον εἶναι ἢ ἀτυχῆ εἶναι.

204.- Ὁ θάνατος κοινὸς μὲν καὶ χειρίστοις καὶ τοῖς βελτίστοις ἐστίν, φοβερώτερος δὲ τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς.

205.- Οὔ μοι μέλει ποῖον τὸ ὄνομα σου, ποδαπὸς εἶ, πόσον ἀργύρίον ἐστι σοι, ἀλλὰ τί φρονεῖς, τί βούλῃ, τί πράττεις;

206.- Τίνι μᾶλλον πιστεύομεν ἢ τῷ πατρί καὶ τῇ μητρί;

207.- Τί πράττεις, ὦ φίλε; διὰ τί οὕτω ταχέως τρέχεις;

208.- Εἰ βούλεσθε ἀκοῦσαι οἷος ἐν ταῖς μάχαις ἦν, ἐρῶ καὶ ὑμῖν τοῦτο.

209.- Οἱ ὄντες ἀγαθοί εἰσι καὶ εὐδαίμονες.

210.- Χρὴ τοὺς σοφοὺς ὄντας παιδεύειν τοὺς ἄλλους.

211.- Οἱ τῷ λέγειν σοφοὶ τοὺς ἄλλους πείθουσιν.

212.- Ὁ ἄδικα πράττων καὶ ὑπὸ τῶν φίλων φοβεῖται.

213.- Δίκαιόν ἐστι τοὺς τὴν πατρίδα καταισχύνοντας ταῖς ἐσχάταις τιμωρίαις κολάζειν.

214.- Ἀλκιβιάδης νέος ὢν ἔνδοξος ἦν.

215.- Οἱ δ’ εὖ πράττοντες οὐκ εὑδαίμονες;

216.- Βέλτιόν ἐστι τὸ φέρειν τοὺς τοῦ πολέμου κινδύνους ἢ τὸ πάσχειν ἄδικον εἰρήνην.

217.- Ἀριστείδης, δικαιότατος ὤν τῶν ἀνθρώπων, ὑπὸ τῶν πολιτῶν ἐφυγαδεύθη ἐξ Ἀθηνῶν.

218.- Δεῖ τοὺς ὑπὲρ Φιλίππου λέγοντας μισῆσαι.

219.- Ταῦτα δ’ ἔπραττε βουλόμενος παιδεύειν τοὺς πολίτας.

220.- Οἱ φύλακες ἐβόησαν ὅτι πολεμίους ὁρῶσι εἱς τὸ τεῖχος προσιόντας.

221.- Οἱ νέοι γίγνονται σοφώτεροι τῇ ἐμπειρίᾳ παιδευόμενοι.

222.- Μεγίστην ἡγοῦμαι συμμαχίαν εἶναι καὶ βεβαιοτάτην τὸ τὰ δίκαια πράττειν.

223.- Ἀπόλλυντο οὖν ὑπὸ θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι.

224.- Αἰσχύλος φλυαρεῖ φάσκων Ἀχιλλέα Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίων οὐ μόνον Πατρόκλου ἀλλ’ ἅμα καὶ ἡρῶων ἁπάντων.

225.- Τὴν ἑαυτοῦ γνώμην ἀπεφαίνετο Σωκράτης πρὸς τοὺς ὁμιλοῦντας αὐτῷ.

226.- Οἱ δ’ Ἀθηναῖοι ταῦτα ἀκούοντες κήρυκας πεμπουσιν.

227.- Χρὴ τοὺς ἀνθρώπυς ἁγαθοὺς ὄντας φέρειν τὰ ἀναγκαῖα.

228.- Ὀ θὲος πολλάκις χαίρει τοὺς μὲν μικροὺς μεγάλους ποιῶν, τοὺς δὲ μεγάλους μικρούς.

229.- Οἱ Ἀθηναῖοι τὴν τῶν προγόνων ἀρετὴν ζηλοῦντες τοὺς πολεμίους ἀπὸ τῶν τῆς χώρας ὅρων ἀμύνουσιν.

230.- Τὸ πολλὰ γιγνώσκειν ἄριστον ἐστίν.

231.- Οἱ τὰ χρήματα ἔχοντες οὐκ ἀεὶ εὐδαίμονές εἰσιν.

232.- Ὁ πατὴρ ἀποθνῄσκων ἔλεγε πρὸς τοὺς υἱούς.

233.- Ἡδύ ἐστιν ἐν τῷ βίῳ τὸ τὰ αὐτοῦ.

234.- Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά.

235.- Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος.

236.- Ὁ σοφὸς φιλεῖ σιγᾶν ἢ λέγειν τὰ καίρια.

237.- Τοὺς τῆς πόλεως νόμους παρέβαινες τοῦτο ποιῶν.

238.- Παρανομοῦσιν οἱ Λακεδαιμόνιοι οὐ διδόντες σοι χρυσίον.

239.- Ὁ σοφὸς ἠξίου τοὺς τῶν πτωχῶν υἱοὺς βαναύσους τέχνας μανθάνειν.

240.- Πάντα ἐκκαλύπτων ὁ χρόνος εἰς τὸ φῶς ἄγει.

241.- Σωκράτης μάλιστα ἐθαυμάζετο ἐπὶ τῷ εὐθύμως τε καὶ εὐκόλως ζῆν.

242.- Ἡ θὲα Ἀθηνᾶ μοι δοκεῖ δίκαιά τε καὶ σεμνὴ εἶναι.

243.- Ἀδύνατόν ἐστι τὸν πονηρὸν ὄντα φίλους ἔχειν.

244.- Πίνδαρος μάλιστα ἐθαυμάζετο επὶ τὸ καλὰς ᾠδὰς γράφειν.

245.- Οὐδεὶς γὰρ τῶν ἀνθρὼπων νομίζει σοφὸν τὸν θεῶν ἀμελοῦντα.

246.- Οἱ ἄνθρωποι τὰ σκῆπτρα ἔχοντες οὐκ ἀεὶ ἄρχουσιν.

247.- Οἱ πλάσται τὸν μὲν Ἄρην ἀναπλάττουσιν ἀσπίδα τε καὶ ξίφος ἔχοντα, τὸν δὲ Ἑρμῆν κηρύκιον φέροντα.

248.- Οἱ Ἀθηναῖοι ὑπὲρ τῆς δημοκρατίας μαχόμενοι τῆς Ἑλλάδος ἡγεμόνες γίγνονται.

249.- Οἱ πολλοὺς ἐχθροὺς ἐν τῷ βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ ἕξουσιν.

250.- Οὐκ ἀναγκαίως δίκαιος ἐστὶν ὁ δίκαια λέγων.

251.- Ἔπλευον εἰς τὰς Αἰόλου νήσους καλουμένας.

252.- Ἐπειδὴ οὐκ εἴρηκας, δίκαιος εἶ νῦν εἰπεῖν.

253.- Ταῦτα ἔλεγε οὐκ αἰσχυνόμενος.

254.- Αὕτη ἄλλη πρόφασις ἦν αὐτῷ τοῦ ἀθροίζειν στράτευμα.

255.- Πάντες οἱ ἐν Ὀλυμπίᾳ παρόντες Ἔλληνες ἠπαίνουν τὸν νικηφόρον.

256.- Ὁ Νικίας τοιαῦτα παρακαλευσάμενος ἐπῆγε τὸ στρατοπεδὸν εὐθύς.

257.- Ἅπαντα ὁ τοῦ ζητοῦντος πόνος εὐρίσκει.

258.- Δεῖ φυλάττειν τοὺς νόμους τούς κειμένους.

259.- Οἱ τὴν ψυχήν καθαρὰν καὶ τὸν νοῦν μέτριον ἔχοντες τοῖς τῶν θεῶν βῶμοις προσίασι σεμνῶς.

260.- Πάντα τὰ ἐν τῇδε τῇ γῇ ὄντα δῶρον θεοῦ ἐστί.

261.- Οἱ Ἀθηναῖοι λουσάμενοι τοῖς θεοῖς ἐθύοντο.

262.- Ὁ μῦθος λέγει τὸν Ἕκτορα φονευθέντα σκυλευθῆναι ὑπ’ Ἀχυλλέως.

263.- Οὗτοι ἀπὸ τῆς Ἐρυθρῆς καλουμένης θαλάττης ἀφίκοντο καὶ ᾠκήσαντο τοῦτον τόν χώρον.

264.- Ὁ ξένος ταῦτα λέγων ἀνέστη.

265.- Οἱ βάρβαροι ἐπὶ τὴν Ἑλλάδα ἤρχοντο δουλωσόμενοι.

266.- Οἱ πολέμιοι νυκτὸς ἔλυσαν τὰς σπονδάς, νομίζοντες τοὺς φύλακας τοὺς τοῦ βασιλέως ἐν ταῖς σκηναῖς οὐκ εἶναι.

267.- Οἱ πολῖται τὸν τετελευτηκότα ἔθαψαν δημοσίᾳ.

268.- Στρατευόντων πάντων τῶν πολιτῶν, ἔρημοι ἦσαν ἐν ταῖς οἰκίαις οἱ παῖδες.

269.- Κακῶς ποιοῦντες οὐδένα ἀνθρώπων, σώοι ἐσόμεθα. Οἱ κακῶς ποιοῦντες οὐκ ἀεὶ σώοι ἔσονται.

270.- Φύγοντος τοὺ λέοντος εἰς ἀμφίστομον σπήλαιον, Ἡρακλῆς τὴν ἕτεραν ἀπῳκοδόμησεν εἴσοδον.

271.- Ἐν τῇ ψυχῇ πεφυτευμέναι αἱ ἡδοναὶ πείθουσιν αὐτὴν μὴ σωφρονεῖν.

272.- Δεῖ τοὺς ἄρχοντας ἐπιμελεῖσθαι ὅπως οἱ πολῖται εἰρήνην ἕξουσιν.

273.- Σιγὴ οὖν ἐγένετο ταῦτα εἰπόντος τοὺ Σωκράτους.

274.- Τοὺτων τῶν βούλων βουλευθεισῶν, οἱ στρατηγοὶ ἐκέλευσαν τὰς σκηνὰς ἱδρυθῆναι αὐτίκα.

275.- Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ.

276.- Χρὴ μὲν βεβουλεῦσθαι πρὸ τοῦ ἔργου. χρὴ δὲ τὸν βολευσάμενον βούλεσθαι τὴν βουλὴν ταχέως πράττειν.

277.- Μηδενὸς ἔτι ἀγορεύειν ἐθέλοντος, οἱ γέροντες περὶ τῶν πραγμάτων βουλεύσουσιν.

278.- Οἱ πολεμίοι, λελυμένων τῶν ἵππων, αἰθρίας τε γενομένης καὶ ἡλίου ἐκλάμψαντος, ἐμάχοντο μετ` ἀλλήλων.

279.- Περικλέους ἡγουμένου, πολλὰ καὶ καλὰ ἔργα ἀπεδείξαντο οἱ Ἀθηναῖοι

280.- Τοῦ μαθητοῦ ὄντος σοφοῦ, ὁ δὲ διδάσκαλος χαίρει.

281.- Οἱ δὲ Ἀθηναῖοι πολιορκούμενοι κατὰ γῆν καὶ κατὰ θάλατταν ἠπόρουν τί χρὴ ποιεῖν, οὔτε νεῶν οὔτε συμμάχων αὐτοῖς ὄντων οὔτε σίτου.

282.- Λέγουσιν ὡς φίλος αὐτοῖς πᾶς ἄνθρωπος.

283.- Πυθαγόρας ἐτόλμησε λέγειν ὅτι τὸ μὲν σῶμα θνητόν, ἡ δὲ ψυχὴ ἀθάνατος.

284.- Λέγει ὃ ἐθέλεις, χειρὶ δὲ μὴ ψαύσῃς μου.

285.- Μὴ πιστεύσωμεν τοῖς πονηροῖς.

286.- Πρῶτον μὲν ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα δ’ ἀκούσαντες, βουλευσώμεθα.

287.- Νέος ὤν, ὦ παῖ, ἄκουσον τῶν γερόντων.

288.- Τοῖς κακοῖς μὴ πιστεύσῃς.

289.- Νόμιζε μηδὲν μητρὸς εὐμενέστερον.

290.- Παῖς ὤν, εὐσεβὴς ἴσθι, καὶ θεοὶ ἀεὶ ἔσονται σοὶ εὖνοι.

291.- Δίωκε τὴν ἑταίρειαν ἐκείνων τῶν ἀνθρώπων, ὧν αἱ ἀρεται μεγάλαι εἰσίν.

292.- Σωκράτης μάλιστα ἐθυμάζετο ἐπὶ τῷ εὐθύμως τε καὶ εὐκόλως ζῆν.

293.- Αὕτη ἄλλη πρόφασις ἦν αὐτῷ τοῦ ἀθροίζειν στράτευμα.

294.- Ἡ θεὰ Ἀθηνᾶ μοι δοκεῖ δίκαιά τε καὶ σεμνὴ εἶναι.

295.- Ἐπειδὴ οὐκ εἴρηκας, δίκαιος εἶ νῦν εἰπεῖν.

No hay comentarios: