Εἴ τι καλὸν μανθάνουσιν οἱ νεανίαι ἐν τῇ ψυχῇ αὐτὸ φυλάττουσιν.



martes, 17 de septiembre de 2013

Os deuses olímpicos

Ζεὺς μὲν, πατὴρ τῶν θεῶν καὶ τῶν ἀνθρώπων, παντὸς τοῦ κόσμου βασιλεύει· Ποσειδῶν δὲ τῆς θαλάττης ἄρχει, καὶ Πλούτων τοῦ Ἅιδου· Ἀπόλλων δέ, ὁ τοῦ Διὸς καὶ τῆς Λητοῦς, τῶν τεχνῶν καὶ τῆς ποιήσεως ἔχει ἐπιμέλειαν, καὶ τὸν τῶν Μουσῶν χόρον ἄγει. Ἑρμῆς δὲ τῶν θεῶν ἄγγελός ἐστι, καὶ τοὺς ἐμπόρους καὶ τοὺς ῥήτορας καὶ τοὺς γυμναστὰς θεραπεύει. ῎Αρης δὲ τοῦ πολέμου καὶ τῶν μαχῶν ἔχει ἐπιμέλειαν. Ἥφαιστος δέ, θεὸς τοῦ πυρός, χωλός, τὸν τοῦ Διὸς κεραυνὸν ἐν τῇ νήσῳ Λήμνῳ κατασκευάζει μετὰ τῶν Κυκλώπων. Διόνυσος δέ, ὁ τῆς ἀμπέλου πατὴρ καὶ τοῦ οἴνου εὑρετής, ἐν ταῖς Ἀθήναις ἦν ἐν μεγάλῃ τιμῇ.
Παρὰ δὲ ταῖς θεαῖς, Ἥρα μέν, ἡ τοῦ Διὸς γυνή, πασῶν τῶν θεῶν βασιλεύει. Ἀθηνᾶ δέ, τῆς πόλεως πρόμαχος, εὑρέτις τῶν τεχνῶν ἐστίν, καὶ ἐν τῇ ἀκροπόλει ἔχει ἱερὸν θαυμαστόν, τὸν Παρθενῶνα, καὶ λαμπρὸν ἄγαλμα, ἔργον τοῦ Φειδίου. Ἄρτεμις δέ, τοῦ Ἀπόλλωνος ἀδελφή, τῆς θήρας ἔχει ἐπιμέλειαν. Δημήτηρ δὲ τῆς γεωργίας θεά ἐστιν. Ἀφροδίτη δέ, ἔνδοξος τῷ κάλλει, σημαίνει τὴν τῆς φύσεως πολυγονίαν.

No hay comentarios: