-Κελεύσομεν αὐτοὺς
φεύγειν ἐκ τῆς κώμης.
Αἱ τῆς Σπάρτης
γυναῖκες ἐν τοῖς γυμνασίοις ἔμαθον εἶναι ἰσχυραί.
Οἱ Ἕλληνες ἔλεγον
τὸν θάνατον τὸν τοῦ ἀνθρώπου βίον παύειν καὶ τὸν ὕπνον
εἶναι ἀδελφὸν τοῦ θανάτου.
Ὁ ἀνθρώπινος
βίος δῶρον τοῦ οὐρανοῦ ἐστι καὶ δεῖ τὸν θεὸν σέβεσθαι οὐ μόνον τῇ γλώττῃ καὶ τοῖς
λόγοις ἀλλὰ καὶ τοῖς ἔργοις.
Οἱ σοφοὶ ἄνθρωποι
ἐνόμιζον τὸν φθόνον εἶναι αἰσχρὰν νόσον τῆς ψυχῆς.
-Ὁ στρατηγὸς ἐκέλευσεν
ἐμὲ φέρειν τὴν ἐπιστολήν.
Οὐ χρὴ τὸν ἀγαθὸν ἡγεμόνα φόβον τοῖς στρατιώταις ἐπιτιθέσθαι.
-Οὐδείς ἐστι
σοφώτερος σοῦ.
-Ἡ ἡμετέρα χώρα
μείζων ἐστὶ ἢ ἡ ὑμετέρα
μείζων, μεῖζον: comparativo de μέγας = grande
Ὁ σίδηρος
χρησιμώτερός ἐστι τοῖς ἀνθρώποις τοῦ χρυσοῦ.
Ὁ τῶν Περσῶν
βασιλεὺς τὴν γεωργίαν ἐνόμιζε τέχνην εἶναι ἀναγκαιοτέραν τῶν ἄλλων τεχνῶν.
Τῶν ζῴων πιστότατόν
ἐστι ὁ κύων, ἰσχυρότατον δὲ ὁ λέων.
-Οἱ ἄριστα λέγοντες
οὐκ ἀεὶ ἡμᾶς πείθουσιν.
Ὁ Λεωνίδας πίπτει
ἐν τῇ μάχῃ ἄγων τοὺς Λακεδαιμονίους.
-Οἱ Ἀθηναῖοι ἐφυγάδευον
τὸν Ἀριστείδην, ὃν δικαιότατον πάντων ἐνόμιζον.
Τὸν Ὀρφέα λέγουσιν
ᾄδοντα κινεῖν τοὺς λίθους καὶ τὰ δένδρα.
-Εὐδαίμων ὃς μὲν ἐν Ὀλυμπίᾳ νικᾷ, εὐδαιμονέστερος ὃς δὲ ἐν
μάχῃ νικῶν ἀποθνῄσκει.
νικᾷ : 3ª sing. pres, ind. act. de νικάω= vencerFrases pronomes
As frases que levan diante un guión poden valer para practicar os pronomes. Ademáis:
Ὁ ῥήτωρ ἀεὶ τὰ αὐτὰ λέγει.
El orador dice siempre lo mismo.
Οἱ μὲν τῶν στρατιωτῶν ἐφύλαττον τὴν πύλην, οἱ δὲ πρὸς αὐτὴν ἔφευγον
Unos soldados guardaban la puerta, otros huían a ella.
Τί φίλτερον ἀνδρὶ τῆς πατρίδος;
¿Qué hay más querido para el hombre que la patria?
No hay comentarios:
Publicar un comentario